Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.36 Joseph. AJ 11.41 (English) >>Joseph. AJ 11.46

11.39σφάλλει γὰρ τῶν πινόντων αὐτὸν καὶ ἀπατᾷ τὴν διάνοιαν καὶ τὴν τοῦ βασιλέως τῇ τοῦ ὀρφανοῦ καὶ δεομένου κηδεμόνος ὁμοίαν τίθησιν, καὶ τὴν τοῦ δούλου διεγείρει πρὸς παρρησίαν τοῦ ἐλευθέρου, τε τοῦ πένητος ὁμοία γίνεται τῇ τοῦ πλουσίου· 11.40μεταποιεῖ γὰρ καὶ μεταγεννᾷ τὰς ψυχὰς ἐν αὐταῖς ἐγγενόμενος, καὶ τῶν μὲν ἐν συμφορᾷ καθεστηκότων σβέννυσι τὸ λυποῦν, τοὺς δὲ ἀλλότρια χρέα λαβόντας εἰς λήθην ἄγει καὶ ποιεῖ δοκεῖν αὐτοὺς ἁπάντων πλουσιωτάτους, ὡς μηδὲν μικρὸν φθέγγεσθαι, ταλάντων δὲ μεμνῆσθαι καὶ τῶν τοῖς εὐδαίμοσι προσηκόντων ὀνομάτων. 11.41ἔτι γε μὴν στρατηγῶν καὶ βασιλέων ἀναισθήτους ἀπεργάζεται καὶ φίλων καὶ συνήθων ἐξαιρεῖ μνήμην· ὁπλίζει γὰρ τοὺς ἀνθρώπους καὶ κατὰ τῶν φιλτάτων καὶ δοκεῖν ποιεῖ πάντων ἀλλοτριωτάτους. 11.42καὶ ὅταν νήψαντες τύχωσιν καὶ καταλίπῃ διὰ τῆς νυκτὸς αὐτοὺς οἶνος κοιμωμένους, ἀνίστανται μηθὲν ὧν ἔπραξαν παρὰ τὴν μέθην εἰδότες. τούτοις ἐγὼ τεκμαιρόμενος εὑρίσκω τὸν οἶνον ὑπερκρατοῦντα πάντων καὶ βιαιότατον.” 11.43

Ὡς δὲ πρῶτος ἀποφηνάμενος περὶ τῆς ἰσχύος τοῦ οἴνου τὰ προειρημένα ἐπαύσατο, μετʼ αὐτὸν ἤρξατο λέγειν περὶ τῆς τοῦ βασιλέως δυνάμεως, ταύτην ἀποδεικνὺς τὴν ἰσχυροτάτην καὶ πλέον τῶν ἄλλων δυναμένην, ὅσα βίαν ἔχειν σύνεσιν δοκεῖ. τὸν δὲ τρόπον τῆς ἀποδείξεως ἐντεῦθεν ἐλάμβανεν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.36 Joseph. AJ 11.41 (English) >>Joseph. AJ 11.46

Powered by PhiloLogic